Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.328 Joseph. AJ 5.333 (English) >>Joseph. AJ 5.339

5.331περὶ μέντοι τοῦ παντὸς οὕτω, φησίν, ἔσται, ἐρωτᾶν τὸν ἔγγιστά μου τῷ γένει τυγχάνοντα, εἰ σοῦ χρεία γαμετῆς ἐστιν αὐτῷ, καὶ λέγοντι μὲν ἀκολουθήσεις ἐκείνῳ, παραιτουμένου δὲ νόμῳ σε συνοικήσουσαν ἄξομαι.” 5.332

Ταῦτα τῇ ἑκυρᾷ δηλωσάσης εὐθυμία κατεῖχεν αὐτὰς ἐν ἐλπίδι τοῦ πρόνοιαν ἕξειν αὐτῶν Βόαζον γενομένας. κἀκεῖνος ἤδη μεσούσης τῆς ἡμέρας κατελθὼν εἰς τὴν πόλιν τήν τε γερουσίαν συνῆγε καὶ μεταπεμψάμενος Ῥούθην ἐκάλει καὶ τὸν συγγενῆ, καὶ παραγενομένου φησίν· 5.333Ἀβιμελέχου καὶ τῶν υἱῶν αὐτοῦ κλήρων κρατεῖς;” ὁμολογήσαντος δὲ συγχωρούντων τῶν νόμων κατὰ ἀγχιστείαν, “οὐκοῦν, φησὶν Βόαζος, οὐκ ἐξ ἡμισείας δεῖ μεμνῆσθαι τῶν νόμων. ἀλλὰ πάντα ποιεῖν κατʼ αὐτούς. Μαάλου γὰρ δεῦρʼ ἥκει γύναιον, ὅπερ εἰ θέλεις τῶν ἀγρῶν κρατεῖν γαμεῖν σε δεῖ κατὰ τοὺς 5.334νόμους.” δὲ Βοάζῳ καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παρεχώρει συγγενεῖ μὲν ὄντι καὶ αὐτῷ τῶν τετελευτηκότων, εἶναι δὲ καὶ γυναῖκα λέγων αὐτῷ καὶ παῖδας ἤδη. 5.335μαρτυράμενος οὖν Βόαζος τὴν γερουσίαν ἐκέλευε τῇ γυναικὶ ὑπολῦσαι αὐτὸν προσελθοῦσαν κατὰ τὸν νόμον καὶ πτύειν εἰς τὸ πρόσωπον. γενομένου δὲ τούτου Βόαζος γαμεῖ τὴν Ῥούθην καὶ γίνεται παιδίον αὐτοῖς μετʼ ἐνιαυτὸν ἄρρεν. 5.336τοῦτο Ναάμις τιτθευομένη κατὰ συμβουλίαν τῶν γυναικῶν Ὠβήδην ἐκάλεσεν ἐπὶ γηροκομίᾳ τῇ αὐτῆς τραφησόμενον· ὠβήδης γὰρ κατὰ διάλεκτον τὴν Ἑβραίων ἀποσημαίνει δουλεύων. Ὠβήδου δὲ γίνεται παῖς Ἰεσσαῖος, τούτου Δαβίδης βασιλεύσας καὶ παισὶ τοῖς αὐτοῦ καταλιπὼν τὴν ἡγεμονίαν ἐπὶ μίαν καὶ εἴκοσι γενεὰς ἀνδρῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.328 Joseph. AJ 5.333 (English) >>Joseph. AJ 5.339

Powered by PhiloLogic